Leer Homeri Ilias Graece et Latine de Samuel Clarke
Sobre la primera aparición de Efesto en La Iliada.
[introducción al primer parlamento de Efesto en La Iliada. Ver análisis de los versos 571-572]
τοῖσιν δ᾽ Ἥφαιστος κλυτοτέχνης ἦρχ᾽ ἀγορεύειν‘/ [571]
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ:/[572]
[el primer parlamento de Efesto en La Iliada. Ver análisis de los versos 573-583]
ἦ δὴ λοίγια ἔργα τάδ᾽ ἔσσεται οὐδ᾽ ἔτ᾽ ἀνεκτά,/[573]
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,/[574]
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον: οὐδέ τι δαιτὸς/ [575]
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ./[576]
μητρὶ δ᾽ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ/[577]
πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε/[578]
νεικείῃσι πατήρ, σὺν δ᾽ ἡμῖν δαῖτα ταράξῃ./[579]
εἴ περ γάρ κ᾽ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς/ [580]
ἐξ ἑδέων στυφελίξαι: ὃ γὰρ πολὺ φέρτατός ἐστιν./[581]
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν:/[582]
αὐτίκ᾽ ἔπειθ᾽ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν./[583]
/’ὣς ἄρ᾽ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον/
μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε:‘/ [585]
τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,/
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι/
θεινομένην, τότε δ᾽ οὔ τι δυνήσομαι ἀχνύμενός περ/
χραισμεῖν: ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι:/
ἤδη γάρ με καὶ ἄλλοτ᾽ ἀλεξέμεναι μεμαῶτα/ [590]
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,/
πᾶν δ᾽ ἦμαρ φερόμην, ἅμα δ᾽ ἠελίῳ καταδύντι/
κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ᾽ ἔτι θυμὸς ἐνῆεν:/
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.’ /
/ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,/ [595]
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον:/
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν/
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων:/
ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν/
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα./ [600]
/ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα/
δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,/
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ᾽ Ἀπόλλων,/
Μουσάων θ᾽ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ./
/αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,/ [605]
οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,/
ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις/
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι:/
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ᾽ Ὀλύμπιος ἀστεροπητής,/
ἔνθα πάρος κοιμᾶθ᾽ ὅτε μιν γλυκὺς ὕπνος / [610]
ἱκάνοι:/
ἔνθα καθεῦδ᾽ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη/
No hay comentarios:
Publicar un comentario